Book 32
πορφυρέη, καὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ
80
αὐτόματον σκέπας ἦεν ὀρσσαύλων ὑμεναίων,
καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς.
οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἠδέι θεσμῷ·
γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν·
85
καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ,
θήλεϊ δʼ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ,
οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,
καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ,
Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην·
90
καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ
ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι
γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης·
95
πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς,
καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.
ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,
ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,
τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς
100
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ·
καὶ κτύπον ἐσμαράγησεν ἐπʼ ὀφθαλμοῖσι Λυαίου,
σεισαμένη βαρύδουπος ἐχιδνήεσσαν ἱμάσθλην·
καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων
φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ,
105
καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ
ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου
αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ,
χάσματι φοινήεντι καταΐσσων Διονύσου.
τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης
110
Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι,
ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη,
πυρσὸν ἀκοντίζουσα· καὶ εἴκαθε δεσπότις ἄγρης
μητρυιῇ κοτέουσα· φύλαξ δέ τις ἔπλετο Βάκχου
μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ,
115
καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ,
αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων,
μὴ χρόα δηλήσαιντο νοοσφαλέος Διονύσου.
Νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι