Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 32

 
καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί· 40
 
καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ·
 
Ἥρη, τίπτε βέβηκας Ἑώιον εἰς κλίμα γαίης;
 
τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;
 
ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,
 
καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι; 45
 
ἔννεπε· καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη
 
ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην·
 
Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος· οὐ γὰρ ἱκάνω
 
Ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου
 
ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ 50
 
γείτονος Ἠελίοιο μετέρχομαι αἴθοπας αὐλὰς
 
σπερχομένη· πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ
 
Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ
 
συζυγίην ἀπέειπε· καὶ ἔπλετο κόσμος ἀλήτης,
 
καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων· 55
 
τοῦτον ἐγὼ καλέουσα παλίνδρομος ἐνθάδε βαίνω·
 
οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς
 
χεῖρες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.
 
τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης·
 
νύμφα φίλη, λίπε δῆριν· ἐμὸς Διόνυσος ἀγήνωρ 60
 
ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν
 
χαιρέτω· ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω·
 
οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος, οὐδὲ θεαίνης
 
θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ
 
οὐδʼ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων 65
 
πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων·
 
οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ,
 
κούρης ἀρχεγόνοιο Φορωνέος· οὐ τόσον Ἰοῦς
 
φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ
 
τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης· 70
 
οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς
 
Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης·
 
ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον, ἦ ῥα καὶ αὐτὴ
 
ὡς Ζυγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης
 
Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην; 75
 
ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας
 
δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην·
 
καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ
 
ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme