Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 31

 
καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ 200
 
κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην.
 
καὶ Παφίην μάστευεν· ὑπὲρ Λιβάνοιο δὲ μούνην
 
Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην
 
ἑζομένην· Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων
 
εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο, 205
 
ἡ μέν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν
 
βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος
 
φυταλίην, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην.
 
Θαμβαλέη δʼ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,
 
ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη· 210
 
ἀχνυμένην δʼ ὁρόωσα πολύτροπον ἴαχε φωνήν·
 
Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί;
 
τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί;
 
ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;
 
μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης; 215
 
τις πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη
 
Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος
 
ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ;
 
μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,
 
μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων; 220
 
μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ
 
καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν Ἐρώτων;
 
μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει
 
μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,
 
Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείροις, 225
 
βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἀργον ὀπωπαῖς.
 
εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.
 
ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ·
 
Κύπρι θεά, θνητοῖσιν ἐάσομεν οὖδας Ὀλύμπου·
 
Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου, 230
 
ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην
 
δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ,
 
μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου.
 
δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,
 
μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου. 235
 
δείδια, μὴ μετὰ μαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων
 
ἄμπελον, ἥν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.
 
μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ. 240
 
κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν αἴνης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme