Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 31

 
πάννυχον ἐγρήσσοντα πάλιν Κρονίωνα νοήσεις· 160
 
λῦσον ἀτασθαλίην ἀδίκου Διός· Ἀμφιτρύων μὲν
 
νόσφιν ἑοῦ θαλάμοιο σιδηροχίτων μετανάστης
 
μάρναται· Ἀλκμήνῃ δὲ παρέζεται ἐνδόμυχος Ζεύς,
 
νυμφιδίην ἀκόρητος ἔχων τρισέληνον ὀμίχλην.
 
μὴ Διὸς ἐγρήσσοντος ἴδω καὶ νύκτα τετάρτην. 165
 
ἀλλά, τέκος, Κρονίωνι κορύσσεο, μὴ πάλιν ἄλλην,
 
μὴ πάλιν ἐννεάκυκλον ἀναπλήσειεν ὀμίχλην.
 
Μνημοσύνης προτέρης μιμνήσκεο· τῇ παριαύων
 
ἐννέα νύκτας ἔμιμνεν, ἔχων ἄγρυπνον ὀπωπήν,
 
οἶστρον ἔχων πολύτεκνον ἀκοιμήτων ὑμεναίων. 170
 
πανδαμάτωρ θεὸς ἄλλος ὁμόπτερος, εἴκελος Ὕπνῳ,
 
βαιὸς Ἔρως, Κρονίδην ὀλίγῳ νίκησε βελέμνῳ.
 
γηγενέων δʼ ἐλέαιρε γονήν μελανόχροον Ἰνδῶν·
 
δός χάριν· ὑμετέρης γὰρ ὁμόχροές εἰσι τεκούσης·
 
ῥύεο κυανέους, κυανόπτερε· μηδὲ χαλέψῃς 175
 
γαῖαν ἐμοῦ γενετῆρος ὁμήλικα, τῆς ἄπο μούνης
 
πάντες ἀνεβλάστησαν, ὅσοι ναετῆρες Ὀλύμπου.
 
μὴ τρομέοις Κρονίδην, ὅτε σύγγαμος ἵλαος Ἥρη·
 
μὴ τρομέοις Σεμέλην, ἣν ἔφλεγεν αὐτός ἀκοίτης.
 
οὐ στεροπὴ πυρόεσσα δυνήσεται ἰσοφαρίζειν, 180
 
οὐ βροντὴ βαρύδουπος ἀρασσομένων νεφελάων·
 
μοῦνον ἐμοὶ πτερὰ πάλλε, καὶ ἀκλινέων ἐπὶ λέκτρων
 
μίμνει Ζεὺς ἀτίνακτος, ὅσον χρόνον, Ὕπνε, κελεύεις.
 
ἔκλυον, ὡς ποθέεις Χαρίτων μίαν· ἀλλʼ ἐνὶ θυμῷ
 
οἶστρον ἔχων θαλάμοιο φυλάσσεο, μηδὲ χαλέψῃς 185
 
μητέρα Πασιθέης, ζυγίην θαλαμηπόλον Ἥρην.
 
εἰ δὲ σὺ ναιετάεις παρὰ Τηθύι Λευκάδα πέτρην.
 
Δηριάδῃ χραίσμησον, ὅν ἤροσεν Ἰνδὸς Ὑδάσπης·
 
γείτονι πιστὰ φύλαξον, ἐπεὶ τεὸς ἠχέτα γείτων
 
Ὠκεανὸς κελάδων προπάτωρ πέλε Δηριαδῆος. 190
 
ὣς φαμένη παρέπεισε. καὶ οἶά τε μητρὸς ἀκούων
 
ὕπνος ἀνεπτοίητο, καὶ ὤμοσεν ὄμματα θέλγειν
 
Ζηνὸς ἀκοιμήτοιο καὶ εἰς τριτάτης δρόμον Ἠοῦς·
 
ἀλλά μιν ᾔτεεν Ἶρις, ἴνα Κρονίωνα πεδήσῃ
 
ὑπνώειν ἕνα μοῦνον ἐπὶ δρόμον ἠριγενείης. 195
 
αὐτόθι δʼ Ὕπνος ἔμιμνε, δεδεγμένος εὔγαμον ὥρην.
 
καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις·
 
σπερχομένη δʼ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.
 
ἡ δὲ θυελλήεντι διʼ ἠέρος Ἵπτατο ταρσῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme