Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 30

 
μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου. 200
 
οὐδὲ χόλον δασπλῆτα καθαψαμένης φύγεν Ἥρης
 
Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλʼ ἐνὶ γαίῃ
 
ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα
 
οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,
 
Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης· 205
 
ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ,
 
πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή,
 
ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου.
 
οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς
 
μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν 210
 
Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης
 
Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο
 
ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι,
 
οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,
 
οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου· 215
 
οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ
 
μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης,
 
οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ,
 
ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ
 
ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων 220
 
μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς,
 
Εὐρυπύλην Στερόπην τε Σόην τʼ ἤμησε μαχαίρῃ,
 
καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ
 
οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας
 
στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ. 225
 
καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ,
 
ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείου
 
θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας
 
ἄκρον ἀπηλοίησε, καὶ εἰς μόθον ἤιεν Ἰνδῶν
 
λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων. 230
 
Ἥρη δʼ ἀλλοπρόσαλλος ἐπιβρίθουσα Λυαίῳ
 
δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι,
 
καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην
 
εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος
 
ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη, 235
 
καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ.
 
καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος
 
ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης
 
καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme