Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 30

 
τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή. 160
 
καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου
 
οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν
 
ἠερίη· σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ,
 
στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος,
 
καὶ κεφαλὴν ἤρασσεν· ἀνηκέστῳ δὲ τοκῆι, 165
 
οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν·
 
υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης,
 
σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος
 
ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ
 
ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω; 170
 
ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω;
 
αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν.
 
σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται· οὐ γὰρ ἐάσω
 
μοῦνον ἐνὶ φθιμένοις σε· σὺ δὲ κταμένης σέο κούρης
 
δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ. 175
 
ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου
 
δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα
 
νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω·
 
οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω
 
λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος. 180
 
ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην
 
πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ.
 
οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος,
 
κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρά τις εἴπῃ·
 
185
 
Ἕννεπε δακρυχέουσα· πόνος δʼ ἠέξετο μείζων.
 
καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν Ἐνυώ
 
Ταιναρίδην δʼ ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς,
 
μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,
 
ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην, 190
 
γναθμοῦ δεξιτεροῖο παρʼ ὀστέον ἔγχος ἐρείσας.
 
ἔκτανε δʼ Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ
 
ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης,
 
κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,
 
ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης 195
 
κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων,
 
ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν·
 
καὶ βρέτας εὐποίητον ἐμάστιεν οἵνοπι θύρσῳ,
 
χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme