Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 30

 
αὐχένι μιτρώσας πυριθαλπέος ὁρμὸν ἀνάγκης 80
 
εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος
 
ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ
 
ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν,
 
σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·
 
θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης. 85
 
καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,
 
εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης·
 
ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,
 
ταυροφοὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·
 
ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ, 90
 
ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,
 
λύματα τεφρήεντα διασμήχων τρυφαλείης·
 
Μορρέα δʼ ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,
 
πορφυρέῃ νεφέλῃ κεκαλυμμένα γυῖα καλύψας,
 
μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις, 95
 
Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,
 
μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης
 
γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,
 
μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.
 
Πυρσοφόρος δʼ Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς 100
 
ἱσταμένοθς περὶ παῖδα νεούτατον, ὑψόθι δʼ ὤμου
 
υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ,
 
νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα, So MSS.: Ludwich
 
οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.
 
οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς· 105
 
ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν Ἐνυὼ
 
καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν·
 
καὶ Φλόγιον Στροφίοιο πολύστροφον υἷα καχήσας
 
ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,
 
ὅς τις ἀδακρύτοιο παρʼ εἰλαπίνῃσι Λυαίου 110
 
ἀνταιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν,
 
καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ τινάσσων
 
δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν,
 
ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ·
 
καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων 115
 
λευγαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ.
 
τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς·
 
ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης·
 
ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme