Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 30

 
ἐν δὲ τριηκοστῷ μετὰ νέρτερον οἶκον ἀνάγκης Τέκταφον Εὐρυμέδων δεδαϊγμένον Ἄιδι πέμπει.
 
ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης
 
ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων
 
θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ,
 
πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ,
 
πῇ δὲ μέσος προμάχοισιν· ἀκοντιστῆρι δὲ θύρσῳ 5
 
κυανέης ἤμησε θαλύσια δηιοτῆτος,
 
δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων·
 
καὶ Σατύρους θάρσυνεν ἐς Ἄρεα Δηριαδῆος,
 
ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν·
 
ἄλλῳ δʼ ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ 10
 
δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ
 
λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηιοτῆτος.
 
καὶ Βρομίου θεράποντος ὀπιπεύων ἔτι Μορρεὺς
 
μαρναμένους πετάλοισι καὶ ἀνθεμόεντι βελέμνῳ
 
ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν· 15
 
Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί,
 
βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις,
 
ὁπλοφόρους δʼ ὀλέκουσιν ἀνάσπιδες· ἀκλινέες δὲ
 
Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ
 
τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν, 20
 
καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν
 
οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου
 
δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις.
 
οὕ ποτε τοῖον ὄπωπα μόθου τύπον· οὐτιδανοὶ δὲ
 
θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων. 25
 
δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος· ἡμέτεροι γὰρ
 
ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί·
 
δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ
 
ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις.
 
τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες 30
 
μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς
 
κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί,
 
καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ;
 
πολλάκι δʼ ἀντικέλευθος ἀνουτήτου Διονύσου
 
ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα, 35
 
πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου,
 
ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.
 
ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ
 
ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ·
1 / 9 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme