Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 3

 
δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης 280
 
ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ
 
Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,
 
εὐόδμοις ὁμόφοιτος ἐλίσσεται ἀτμὸς ἀήταις.
 
ἔνθʼ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
 
Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης 285
 
χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος
 
ἐξ Ἐπάφου Λιβύη· Λιβύης δʼ ἐπὶ παστὸν ὁδεύων
 
Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,
 
παρθένον ἰχνεύων Ἐπαφηίδα, καὶ τότε κούρη
 
δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην 290
 
Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.
 
καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν
 
Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι
 
μαντιπόλοι· πέμπτῳ δὲ πατήρ ἰσόμετρον ἀριθμῷ
 
Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων, 295
 
Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων
 
ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ
 
ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην
 
εἰς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,
 
καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης 300
 
αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ
 
ἤροσε τοσσατίων μινυώρια πώεα παίδων,
 
καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ
 
θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ
 
αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων, 305
 
καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων
 
ἄρσενα γυμνὸν Ἄρηα κατεύνασε θῆλυς Ἐνυώ·
 
οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔρυον,
 
ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος
 
ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ, 310
 
καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου·
 
ἔπλετο δʼ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ
 
γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης,
 
εἰ ἐτεὸν ταῦρος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι,
 
εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων. 315
 
καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ
 
σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης,
 
ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης,
 
οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme