Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 3

 
εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ 160
 
ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων,
 
καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου
 
αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ.
 
ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ
 
δίστομος, ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς 165
 
ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ
 
εἰς φυτὸν ἄλλο μετʼ ἄλλο· ῥόος δέ τις ὡς ἀπὸ Φοίβου
 
ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης.
 
καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ
 
χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων 170
 
λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην·
 
πολλαὶ δʼ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ
 
χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος
 
ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων
 
ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων 175
 
χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ
 
σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμῳ
 
μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον Ἠχώ,
 
ποιητῆς δʼ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.
 
ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου 180
 
ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων
 
καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου,
 
λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων,
 
τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,
 
φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου, 185
 
Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην,
 
μητέρος Ἠλέκτρης Βασιλήιον εἰς δόμον ἔστη,
 
ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων
 
ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσας
 
Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης, 190
 
Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας,
 
Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ·
 
καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου
 
γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων.
 
Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ 195
 
ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι
 
σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου
 
εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι
 
κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme