Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 3

 
γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμῳ 40
 
Ἁρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι Ῥείῃ
 
Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι.
 
καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης
 
ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται·
 
νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου 45
 
νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς,
 
καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ
 
τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν,
 
καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου
 
ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ 50
 
δυομένου Φαέθοντος· ἐπʼ αἰγιαλοῖο δὲ ναῦται
 
ἀστορέας ψαμάθοισιν ἐπεστορέσαντο χαμεύνας
 
ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν
 
ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.
 
ἀλλʼ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου 55
 
ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης
 
ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,
 
ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,
 
Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,
 
ἄπλοα σιγαλέης ἐτανύσσετο νῶτα γαλήνης. 60
 
ἤδη δʼ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,
 
καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων
 
Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης
 
ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης
 
τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ 65
 
δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων
 
σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ.
 
καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,
 
καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,
 
καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ 70
 
εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι,
 
βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν
 
μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων
 
ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης
 
μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ 75
 
ἄζυγες, οὓς Κρονίη κεραοξόος εὕρατο τέχνη.
 
καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων
 
πρώιος ἔγρετο Κάδμος, ὁμοπλεκέες δὲ καὶ αὐτοὶ
 
ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme