Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 3

 
μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ, 400
 
κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος·
 
καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου
 
ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ,
 
πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,
 
καί σφισι λέκτρον ἔθηκεν ἐὸν γόνυ, διχθαδίῳ δὲ 405
 
φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ,
 
τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν
 
ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.
 
ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,
 
τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ 410
 
ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς
 
εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ
 
ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης
 
ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς
 
λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύλος ἰούλων 415
 
ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ
 
ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ
 
ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους
 
πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·
 
οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ 420
 
Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν
 
δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ
 
Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου
 
ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ·
 
Μητροκασιγνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν 425
 
πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων
 
κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,
 
καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,
 
ἕδνα τεῆς φιλότητος, ἐμῇ δʼ ἅμα μητέρι Μαίῃ
 
ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ 430
 
σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ.
 
εἰμὶ τεῆς, φιλότεκνε, γουῆς ἐμφύλιος Ἑρμῆς,
 
ἄγγελος ἀθανάτων τανυαίπτερος, οὐρανόθεν δὲ
 
ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης
 
ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ 435
 
πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην
 
πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,
 
καὶ Διὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ
 
ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme