Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 29

 
καὶ νεφέων ἔψαυσε καὶ ἥψατο χερσὶν Ὀλύμπου, 320
 
ἄλλοτε μηκύνων ταναὸν δέμας, αἰθέρι γείτων,
 
καὶ χθονὶ ταρσὸν ἔπηξε, καὶ ἠέρα τύψε καρήνῳ.
 
τοῖσι δὲ μαρναμένοισιν ἐπήλυθεν Ἕσπερος ἀστήρ,
 
λύων Ἰνδοφόνοιο θεμείλια δηιοτῆτος.
 
Ἄρεϊ δʼ ὑπνώοντι παρίστατο νεύματι Ῥείης 325
 
φάσματα ποικίλλουσα δολοπλόκος ὄψις ὀνείρου,
 
τοῖον ἔπος βοόωσα, νόθῃ σκιοειδέι μορφῇ·
 
Ἆρες, Ἄρες, σὺ μὲν εὗδε, δυσίμερε, μοῦνος ἰαύων
 
χαλκοχίτων· Παφίην δὲ τὸ δεύτερον ὑψόθι λέκτρων
 
ὑμετέρην Ἥφαιστος ἔχει προτέρην Ἀφροδίτην, 330
 
ἐκ δὲ δόμων ἐδίωκε Χάριν, ζηλήμονα νύμφην·
 
ἀρχαίην δὲ δάμαρτα παλίνδρομον εἰς γάμον ἕλκων
 
αὐτὸς Ἔρως τόξευεν ἀναινομένην Ἀφροδίτην,
 
Ἡφαίστῳ γενετῆρι φέρων χάριν. ἀλλὰ καὶ αὐτὴ
 
Ζῆνα μέγαν παρέπεισε πόθων ἀδίδακτος Ἀθήνη, 335
 
παρθενικὴ δολόμητις, ὅπως Ἥφαιστον ἀλύξῃ,
 
μνησαμένη νόθα λέκτρα πεδοτρεφέων Ὑμεναίων,
 
μὴ προτέρου μετὰ πότμον Ἐρεχθέος ἄρσενι μαζῷ
 
ἄλλον ἀεξήσειε νεώτερον υἱὸν ἀρούρης.
 
ἔγρεο, καὶ Θρήισσαν ἰὼν ἐπὶ πέζαν ἐρίπνης 340
 
δέρκεο σὴν Κυθέρειαν ἐθήμονος ἔνδοθι Λήμνου,
 
δέρκεο, πῶς προπύλαια Πάφου καὶ ἐδέθλια Κύπρου
 
ἄνθεσιν ἐστεφάνωσεν ὁμόστολος ἑσμὸς Ἐρώτων,
 
Βυβλιάδων δʼ ἐπάκουε μελιζομένων Ἀφροδίτην
 
καὶ νεαρὴν φιλότητα παλιννόστων ὑμεναίων. 345
 
Ἆρες, ἐνοσφίσθης σέο Κύπριδος· ἀνδροφόνον γὰρ
 
ὁ βραδὺς ὠκὺν Ἄρηα παρέδραμε. μέλπε καὶ αὐτὸς
 
Ἡφαίστῳ πυρόεντι συναπτομένην Ἀφροδίτην.
 
Σικελίης δʼ ἐπίβηθι, παρισταμένους δὲ καμίνῳ
 
λίσσεό μοι Κύκλωπας· ἀριστοπόνου δὲ καὶ αὐτοὶ 350
 
ἴδμονες Ἡφαίστοιο, σοφῶν ζηλήμονες ἔργων,
 
σοὶ δόλον ἐντύνουσι, καὶ ἀρχαίῳ σέο δεσμῷ
 
ὁπλότερον τελέσουσιν ὁμοίιον, ὄφρα καὶ αὐτὸς
 
ἀμφοτέρους δολίῃσιν ἀλυκτοπέδῃσι πιέζων
 
δήσῃς φῶρα γάμοιο τεῷ ποινήτορι δεσμῷ, 355
 
εἰλιπόδην Ἥφαιστον ἐπισφίγξας Ἀφροδίτῃ·
 
καί σε θεοὶ ξύμπαντες ἐπαινήσουσιν Ὀλύμπου
 
δέσμιον ἀγρεύσαντα τεῶν συλήτορα λέκτρων.
 
ἔγρεο, καὶ σὺ γένοιο δολοπλόκος· ἔγρεο, νύμφης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme