Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 29

 
κυκλώσας ταλάροιο τύπῳ, τροχοειδέι ταρσῷ·
 
ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ·
 
καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν Ἐνυώ,
 
χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.
 
καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων
 
τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ 165
 
ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.
 
καὶ θρασὺς ἔσσυτο κῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ
 
αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.
 
ὡς δʼ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,
 
ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει, 170
 
καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ
 
ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ
 
μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει·
 
ὥς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.
 
οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας 175
 
μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ
 
ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ
 
Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.
 
καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ
 
θεῖος Ἀρισταῖος, δεδαημένος Ἄρεος Ἀγρεύς, 180
 
ὡς Νόμιος πολέμειζε καλαύροπα χερσὶ τινάσσων,
 
νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς
 
τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα,
 
θάρσος ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,
 
Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ 185
 
δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς
 
ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα
 
ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας
 
πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης·
 
δυσμενέας δʼ ἐφόβησεν ἀγήνορος ἠθάδι ῥόμβῳ, 190
 
σείων χαλκὸν ἐκεῖνον, ὅν ἐν παλάμῃσι τινάσσων
 
φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.
 
Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται
 
Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς·
 
Ἡφαίστου δὲ τοκῆος ἐρευθομένου πυρὸς ἀτμῷ 195
 
συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί.
 
τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι
 
χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ
 
καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme