Book 28
τὸν μέν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ
280
τηλεφανής, ἕτερον δὲ ταμών δασπλῆτι μαχαίρῃ·
ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις,
λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων,
εἰς δρόμον Ἰσίκλῳ πανομοίιος, ὅς τις ἐπείγων
ταρσὰ ποδῶν ὰβάτοιο κατέγραφεν ἄκρα γαλήνης,
285
καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην,
ἀνθερίκων πάτον ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων.
Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς
εἰλιπόδην ἔστησε Μίμας εὔρυθμου Ἐνυώ,
καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἐλίσσων,
290
σκερθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ,
οἷον ὅτε Κρονίοισιν ὑπʼ οὔασι δοῦπον ἐγείρων
Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων
ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς,
Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην·
295
τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης
χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην·
τέμνων δʼ ἐχθπὰ κάρηνα, σιδήρεα λήια χάρμης,
Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ
δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ,
300
ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου
λοιβὴν αἱματοεσσαν ἐπισπένδων Διονύσῳ.
καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,
σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων·
310
μάρνατο δʼ ἀστυφέλικτος ἄτε σφυρήλατος ἄκμων,
ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ
πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νημίαχος Ζεύς·
καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθά ἑ κείνη
αἴξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ,
315
ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη
κλεψιτόκοις πατάγοισι σακέσπαλον ἔβρεμεν Ἠχώ,
τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ.
ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη
ἀντίδοτον Κρονέδαο Κρόνου παρέθηκε τραπέζῃ.
Ὀξυφαὴς δʼ Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς,
ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,
ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ.
305
καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς,
θάρσος ἔχων ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων