Book 28
ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς,
240
ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων.
Εὐρύαλος κεκόρυστο· διατμήξας δὲ κυδοιμῷ
ἐκ πεδίου φεύγοντα πρλὺν στρατὸν ἄχρι θαλάσσης.
κόλπον ἐς ίχθυόεντα περικλείων στίχας Ἰνδῶν,
δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου,
245
ὄρθιον εἰκοσίπηχυ διʼ ὕδατος ἆορ ἑλίσσων·
καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην
ῥῖψεν ἐπʼ ἀντιβίοισιν· ἀτυμβεύτοιο δὲ πολλοὶ
διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης,
Αρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ.
250
τοῖς ἅμα σύγγονος ἄλλος ἀριστεύων Ἁλιμήδης
ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλμψ,
καὶ δηίους ἐφόβησε· φυλασσόμενος δὲ προσώπου
κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης.
260
καί μιν ἰδὼν Φλόγιος κταμένων τιμήορος Ἰνδῶν
τόξον ἑὸν κύκλωσε, καὶ ἠνενόεν βέλος ἕλκων
μεσσοφανῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμνῳ·
ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν
δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ
265
Κύκλωψ ὑψικάρηνος· ὁ δὲ πρηῶνα τινάσσων
ῥῖπτε κατὰ Φλαγίου κραναὸν βέλος· αὐτὰρ ὁ φεύγων
ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος,
καὶ μόγις ἠερόφοετον ἀλεύατο μάρμαρον αἰχμήν,
κεῖθι μένων· κοτέων δὲ περὶ Φλογίοιο φυγόντος
270
λοίγεον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης
δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς,
λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς.
Κυκλώπων δʼ ἀλαλητὸς ἐπεσμαράγησεν Ὀηύμπῳ
γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς,
275
Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ.
Δαμνεὺς μὲν πολέμιξεν ἀνάρσια φῦλα δεώκων
ἐν πεδίῳ δʼ ἀλαλητός· ὀρινομένῃσι δὲ Βάκχαις
Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης
ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις·
καὶ στρατεῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει
νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης,
255
εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης.
ποσσὶ δʼ ἐλαφροτέροισι διεπτοίησε μαχητάς
Ὠκύθοος· πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ,