Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 28

 
ἄλλῳ πότμον ἄγων· ἐλατὴρ δʼ ἐλατῆρα κιχήσας, 160
 
ἤ προτέρω φεύγοντι μετάφρενα δουρὶ δαΐζων,
 
ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας,
 
ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ.
 
καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ
 
εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα, 165
 
οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ
 
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην·
 
ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων
 
ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων
 
κύμβαχος ἐστήρικτο παρήορος, ἀμφί δὲ γαίῃ 170
 
κρᾶτα βαλὼν ἐκύλισσε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου.
 
καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς,
 
Ζηνὸς ἀοσσητῆρες· ὀμιχλήεντι δὲ λαῷ
 
Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων.
 
καί χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ 175
 
μαρνάμενος δαΐδεσσι· καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ
 
οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ·
 
καὶ πυρόεις πρόμος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνοις
 
γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ·
 
καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ, 180
 
σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν,
 
δαλὸν ἔχων ἅτε τόξα· καὶ ἄσπετον ἄλλον ἐπʼ ἄλλῳ
 
Ἰνδόν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ,
 
οὐχ ἕνα Σαλμωνῆα, νόθῳ δʼ ἤλεγξε κεραυνῷ·
 
οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον· οὐ μία μούνου 185
 
Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος.
 
καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων,
 
αἰθερίαις στεροπῇσι φέρων ἀντίκτυπον αἴγλην,
 
σβεστόν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ,
 
σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος· 190
 
καὶ νεφέλῃ σκέπας εἶχεν ὁμοίιον, ἐνδόμυχον δὲ
 
κρύπτε καὶ ἂψ ἀνέφηνε σέλας διδυμάονι παλμῷ,
 
φέφφεος οὐρανίοιο φέρων τύπον· ἀστεροπὴ γὰρ
 
ἐρχομένη φεύγουσαν ἔχει παλινάγρετον αἴγλην.
 
καὶ Βρόντης πολέμιζε μέλος κελαδεινὸν ἀράσσων, 195
 
βρονταίοις πατάγοισι χέων ἀντίτυπον ἠχώ·
 
καὶ ξείνῃ ῥαθάμιγγι χαμαιγενέος νιφετοῖο
 
ποιητὸν προχέων μινυώριον αἴθριον ὕδωρ
 
μιμηλαῖς λιβάδεσσι νόθος πέλεν ἀννέφελος Ζεύς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme