Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 28

 
Ἄρεος ἔγχος ἔμελπεν, ὁ δʼ εἰλαπίνην Διονύσου· 40
 
καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ,
 
εὔια δʼ ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ
 
λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ,
 
σπονδῇ λύθρον ἔμιξε, φόνον δʼ ἐκέρασσε χορείῃ.
 
ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας, 45
 
ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς,
 
καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος·
 
οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή,
 
ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ
 
Δηριάδῃ πέλας ἐχθρὸν ἐπαΐσσοντα νοήσας 50
 
ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ
 
λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας,
 
καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου
 
αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθόνα πῖπτε Φαληνεύς.
 
Ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ 55
 
Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξεσε χαλκῷ,
 
πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης·
 
αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων,
 
μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,
 
Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέυλης
 
εἰς σάκος ἐπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,
 
πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων. 60
 
αὐτίκα δʼ ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας
 
αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ·
 
καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ 65
 
οἰστρομανὴς Κλύτιος, πρυλέων πρόμος· ὑψιλόφο δὲ
 
κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος·
 
ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη,
 
καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ·
 
ἔμπης δʼ οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας 70
 
θηρὸς ἀμαιμακέτοιο πελώριον ἀνθερεῶνα
 
ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος·
 
καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην
 
αὐχένι κυανέῳ περιδέξιος ὴλίβατος θήρ·
 
καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου 75
 
αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσθὰ λεπάδνων·
 
ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας
 
αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων
 
ἡνίοχος ταχυεργός· ἀπʼ εὐρυβάτοιο δὲ φάτνης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme