Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 28

 
εἰκοστὸν σκοπίαζε καὶ ὄγδοον, ὁππόθι πολλὴν Κυκλώπων πυρόεσσαν ἐσαθρήσειας Ἐνυώ.
 
ἔνθά τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ
 
Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν Ἐνυώ,
 
οἶσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων
 
Ζηνὸς ἐοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων
 
ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ 5
 
δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων.
 
καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν
 
σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ
 
κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων
 
πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ 10
 
ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων
 
καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ
 
ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν
 
ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων,
 
καί τις ἀναΐξας Κυβεληίδος εἰς ῥάχιν ἄρκτου 15
 
ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων
 
ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων·
 
ἄλλος ἀκοντίζων στρατιὴν ταμεσόχροϊ κτσσῷ
 
οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης
 
φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων 20
 
λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ.
 
καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ·
 
Σειληνοὶ δʼ ἰάχησαν· ἐπεστρατόωντο δὲ Βάκχαι,
 
νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι.
 
καί τις ὸρεσσινόμων Σατύρων, ἄτε πῶλον ἐλαύνων, 25
 
ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἦστο λεαίνης.
 
Ἰνδοὶ δʼ ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς
 
βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς Ἐνυοῦς·
 
στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δʼ αἰγίδι θώρηξ,
 
ἔγχεσι θύρσος ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοις 30
 
ἀντίτυποι κνημῖδες· ὁμοζυγέων δὲ φορήων
 
στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι,
 
καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλίφῳ δὲ καρήνῳ
 
Μυγδονίην πήληκα Πελασφιὰς ὤθεε πήληξ.
 
καὶ κλόνος ἦν προμάχων ἑτερότροπος· ὄς μὲν ἀείρων 35
 
Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης,
 
ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δʼ ἐκροτάλιζε πεδίλῳ,
 
ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δʼ ἐσκίρτησε Λυαίῳ·
 
ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων
1 / 9 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme