Book 27
ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ᾗσι Κρονίων εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.
ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου
ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς,
καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα· βαλλόμενος δὲ
ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης·
καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης
5
σχιζόμενος φαέεσσιν· ἀπὸ δροσεροῖο δὲ δίφρου
ὄρθριος εἰαρινῇσιν ἐλούετο καρπὸς ἐέρσαις.
καὶ κλόνος ἦν. φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων
ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,
γείτονος εἰσαΐων κορυθαιόλον Ἄρεος ἠχώ,
10
καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ,
θερμὸν ἀκοντίζων ῥοδόεν βέλος· ἀμφὶ δέ γαίῃ
αἱμαλέης ξένον ὄμβρον ἀπʼ ἰκμάδος ὑέτιος Ζεὺς
οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.
καὶ φονίαις λιβάδεσσιν Ἐνυαλίου νιφετοῖο
15
δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης
Ἰνδῴου δαπέδοιο· νεοσμήκτου δὲ σιδήρου
ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη.
φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν
Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς
20
μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος·
δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ,
καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης
λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.
κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ·
25
εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι
Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ,
Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἕνδοθι λόχμης
ἕθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.
πολλοὶ θῆρες ἕασι καὶ ἐνθάδε, τοῖσι συνάψω
30
Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου·
κούρῃ δʼ ἡμετέρῃ θαλαμηπόλον ἑσμὸν ὀπάσσω,
δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης.
καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ
Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις,
35
ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην·
ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ
ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο
χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.