Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 26

 
ἐσσομένην θέσπιζεν ἀφωνήτων στίχα παίδων, 280
 
εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης.
 
καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθειν,
 
ὄφρά κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης,
 
γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.
 
Λαοβίη δʼ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ 285
 
τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων,
 
ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην
 
Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δʼ ἀπὸ λαιμῶν
 
γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,
 
φωνὴν δʼ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ. 290
 
τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί,
 
οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὕρου
 
ναιομένην Εὔκολλα, μαχήμονος ἔνδιον Ἠοῦς,
 
καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.
 
τοῖς δʼ ἐπὶ θωρήχθησαν, ὅσοι λάχον ἄντυγας Οἴτης, 295
 
μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων,
 
οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν
 
ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ,
 
ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπʼ ἄλλῳ,
 
ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου· 300
 
γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
 
δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
 
θηγαλέῳ τμητῆρι, διαστείχει στίχα δένδρων
 
ποσσὶ τανυκνήμοισιν· ἔχων δʼ ἴνδαλμα καμήλων
 
καὶ λοφίην ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ 305
 
ἑσμὸν ἄγει νήριθμον ἐπασσυτέρων ἐλατήρων,
 
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
 
καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
 
αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἷλε δὲ λεπτὸν
 
ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου, 310
 
ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ
 
οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,
 
λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·
 
πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
 
λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή. 315
 
πολλάκι δʼ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
 
ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
 
ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
 
δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme