Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 26

 
πικρὸν ἀποπτύουσιν, ὅσον γλυκύ χεῦμα μελίσσης· 200
 
ἧχι μελισταγέεσσιν ἐπʼ ἀκρεμόνεσσιν ἀείδει
 
ὡρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ·
 
οὐ μέν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ
 
ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,
 
ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ 205
 
πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.
 
κατρεύς δʼ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου,
 
ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη
 
πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς·
 
πολλάκι δʼ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων
 
σύνθροος ὡρίωνος ἀνέπλεκε γείτονα μολπήν,
 
φοινικέαις πτερύγεσσι κεκασμένος· ἧ τάχα φαίης,
 
μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων, 210
 
ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.
 
κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην 215
 
ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,
 
γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα.
 
τοῖς δʼ ἐπὶ θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης,
 
καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσας·
 
τῶν ἄμα Κύλλαρος ἦρχε καἰ Ἀστράεις, πρόμος Ἰνδῶν, 220
 
Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι.
 
καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων,
 
αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι
 
γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ
 
δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ, 225
 
ἑρπύζων κατὰ βαιὸν ἀπʼ Ἰνδῴου δονακῆος
 
λοξὸς ὑπὲρ δαπέδοιο παρʼ Ἠῴου στόμα πόντου,
 
ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα·
 
ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ
 
χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει, 230
 
καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης,
 
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
 
οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων,
 
μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων
 
Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος So MSS.: Ludwich Ἰνδὸς Ὑδάσπης. 235
 
κεῖθι μελαμψήφιδα διαξύων ῥόον όπλῇ
 
νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης,
 
οἶος ἐμοῦ Νείλοιο θερειγενές οἶδμα χαράσσων
 
ναιετάει, So MSS.: Ludwich βυθίοιο διʼ ὕδατος ὑγρὸς ὁδίτης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme