Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 26

 
καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ 40
 
λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ
 
ἠῴην παρὰ πέζαν· Ἀρειμανέες δὲ μαχηταὶ
 
πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος.
 
πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες Ἐνυοῦς,
 
Ἀγραῖος Φλόγιός τε, συνήλυδες ἡγεμονῆες, 45
 
ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος,
 
Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί,
 
ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο
 
Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,
 
καὶ Ῥοδόην εὔπυργον, Ἀρειμανέων πέδον Ἰνδῶν, 50
 
καὶ κραναὸν Προπάνισον, ὅσοι τʼ ἔχον ἄντυγα νήσου
 
Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης
 
ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,
 
χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·
 
οἴ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ 55
 
Γάζον ἐπυργώσαντο μιτοπλέκτοισι δομαίοις,
 
ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,
 
Ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὕ ποτε δήιος ἀνὴρ
 
χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.
 
τοῖς δʼ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί, 60
 
Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν
 
χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ
 
χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου
 
κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ·
 
καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἶσιν ἐχέφρων 65
 
Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα
 
ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ·
 
τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
 
ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ·
 
καὶ Δίκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην, 70
 
Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ.
 
τοῖς δʼ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς
 
Διδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ
 
γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,
 
γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων 75
 
καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα
 
αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων,
 
υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην,
 
Δίδνασος αἰολόδακρυς· ἅναξ δέ οἱ ἔσπετο Μορρεὺς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme