Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 26

 
Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων 360
 
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
 
Ιρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
 
ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·
 
ἄμφω δʼ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
 
Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης. 365
 
τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δʼ ἐστείνετο λαῷ·
 
καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀίταις,
 
τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·
 
οἱ μὲν ἐπὶ τριόδοισιν ἐπήτριμοι, οἱ δʼ ἐνὶ βόθροις,
 
ἄλλοι δʼ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δʼ ἐπὶ πύργων 370
 
νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
 
ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
 
Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
 
ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
 
τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου 375
 
μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος Ἄρεϊ γείτων·
 
ἐγρεμόθῳ δʼ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
 
μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme