Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 25

 
ἁβροχίτων ἐτέλεσσεν Ἔρως καλλίτριχα νίκην· 160
 
Σκύλλα γὰρ ὑπνώοντος ἀκερσικόμοιο τοκῆος
 
ἥλικα πορφυρέης ἀπεκείρατο βότρυν ἐθείρης,
 
καὶ πόλιν ἔπραθε πᾶσαν ἕνα τμητῆρι σιδήρῳ
 
βόστρυχον ἀμήσασα πολισσούχοιο καρήνου.
 
Μίνως μὲν πτολίπορθος ἑῷ ποτε κάλλεϊ γυμνῷ 165
 
ὑσμίνης τέλος εὗρε, καὶ νίκησε σιδήρῳ,
 
ἀλλὰ πόθῳ καὶ ἔρωτι· κορυσσομένου δὲ Λυαίου
 
οὐ Πόθος ἐπρήυνεν ἀκοντοφόρων μόθον Ἰνδῶν,
 
οὐ Παφίη κεκόρυστο συναιχμάζουσα Λυαίῳ,
 
κάλλεϊ νικήσασα, μόθου τέλος οὐ μία κούρη 170
 
οἰστρομανὴς χραίσμησεν ἐρασσαμένη Διονύσου,
 
οὐ δόλος ἱμερόεις, οὐ βόστρυχα Δηριαδῆος,
 
ἀλλὰ πολυσπερέων πολέμων ἑτερότροπος Ἰνδὸς
 
νίκης εὖχος ἔχων παλιναυξέος. εἰ δὲ γεραίρεις
 
Ἴναχον Ἡρακλῆος, ὅλον πόνον αὐτὸς ἐλέγξω. 175
 
οἶδα μέν, ὅττι λέοντι βραχίονα λοξὸν ἑλίξας
 
εὐπαλάμῳ πήχυνε περίπλοκον αὐχένα δεσμῷ,
 
πότμον ἄγων ἀσίδηρον, ὅπῃ ζωαρκέι λαιμῷ
 
ἔμπνοος ἀσφαράγοιο μέσος πορθμεύεται ἀήρ·
 
οὐκ ἄγαμαι καὶ τοῦτο· παρʼ εὐπετάλῳ ποτὲ λόχμῃ 180
 
χερσὶ λεοντοφόνοισιν ἀριστεύουσα Κυρήνη
 
παρθένος ἔργον ἔτευξεν ὁμοίιον, ὅττι καὶ αὐτὴ
 
ἄρσενα θῆρα δάμασσεν ἀκαμπέι θήλεϊ δεσμῷ·
 
ἀρτιθαλὴς δʼ ἔτι κοῦρος ἐν οὔρεσι Βάκχος ἀθύρων
 
χειρὶ μιῇ λασίου δεδραγμένος ἀνθερεῶνος 185
 
φοίνιον εἷλκε λέοντα, καὶ ὤρεγε μητέρι Ῥείῃ
 
αὐχενίου πλοκάμοιο κεχηνότα θῆρα πιέζων·
 
εἷλκεν ἔτι ζώοντα, περισφίγξας δὲ λεπάδνῳ
 
θῆρα κυβερνητῆρι διεσφήκωσε χαλινῷ
 
ζεύξας δοῦλα γένεια, καὶ ἥμενος ὑψόθι, δίφρου 190
 
ἄγρια ταρβαλέων ἐπεμάστιε νῶτα λεόντων.
 
πορδαλίων δὲ γένεθλα καὶ ὠμοβόρων γένος ἄρκτων
 
νηπιάχοις παλάμῃσιν ἐδουλώθη Διονύσου.
 
οἶδα καὶ Ἀρκάδα κάπρον ὀρίδρομον· ἀλλὰ Λυαίῳ
 
παίγνια κουρίζοντι σύες καὶ φῦλα λεόντων. 195
 
τί πλέον Ἡρακλέης θρασὺς ἥνυσεν, εἴ τινα πηγὴν
 
πολλὰ καμὼν ὀλίγην ὀφιώδεα λύσατο Λέρνην,
 
τέμνων αὐτοτέλεστα θαλύσια φωλάδος ὕδρης
 
φυταλίην πολύδειρον ἀνασταχύοντα δρακόντων;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme