Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 25

 
Πήγασον ὠδίνουσα, καὶ ἔγκυον αὐχένα νύμφης 40
 
Γοργόνος Εἰλείθυια μογοστόκος ἔθρισεν ἅρπη,
 
αὐχένος ἱπποτόκοιο θαλύσιον; ἀπτολέμου δὲ
 
Περσεὺς ὠκυπέδιλος ἐκούφισε σύμβολα νίκης
 
ἄπνοα, Γοργείης ὀφιώδεα λήια χαίτης,
 
αἱμαλέῃ ῥαθάμιγγι κατάρρυτα λείψανα κόρσης, 45
 
ἡμιτελές σύριγμα νεοτμήτων ἀπὸ λαιμῶν
 
λεπτὸν ὑποτρίζοντα· καὶ οὐ στίχεν ἄρσενι χάρμῃ,
 
οὐ τότε χερσαίης ἐνοπῆς κτύπος, οὐδʼ ἐνὶ πόντῳ
 
Περσέι μαρναμένῳ πολεμήια λαίφεα νηῶν
 
ἐγρεμόθοις ἀνέμοισιν Ἄρης κολπώσατο ναύτης, 50
 
οὐ φονίῃ ῥαθάμιγγι Λίβυς φοινίσσετο Νηρεύς,
 
οὐ νέκυν αὐτοκύλιστον ἐδέξατο λοίγιον ὕδωρ·
 
ἀλλὰ δρακοντείης τρομέων συριγμὸν ἐθείρης
 
Σθεννοῦς μαινομένης πτερόεις ἐλελίζετο Περσεύς,
 
καὶ κυνέην Ἀίδαο φέρων καὶ Παλλάδος ἅρπην, 55
 
καὶ πτερὸν Ἑρμάωνος ἔχων καὶ Ζῆνα τοκῆα,
 
ὠκυτέρῳ φύξηλις ἀνῃώρητο πεδίλῳ,
 
Εὐρυάλης μύκημα καὶ οὐ σάλπιγγος ἀκούων,
 
συλήσας Λιβύης ὀλίγον σπέος· οὐ στρατὸν ἀνδρῶν
 
ἔκτανεν, οὐ φλογόεντι πόλιν τεφρώσατο δαλῷ. 60
 
ἀλλʼ οὐ τοῖος ἔην Βρομίου μόθος· οὐ ποσὶν ἕρπων
 
Βάκχος ἐθωρήχθη δολόεις πρόμος, οὐδὲ λοχήσας
 
φρουρὸν ἀκοιμήτοιο μετήλυδα κύκλον ὀπωπῆς
 
Φορκίδος ἀλλοπρόσαλλον ἀμειβομένης πτερὸν Ὕπνου
 
ἤνυσε θῆλυν ἄεθλον ἀθωρήκτοιο Μεδούσης· 65
 
ἀλλὰ διατμήγων δηίων στίχα δίζυγι νίκῃ
 
χερσαίου πολέμοιο καὶ ὑγροπόροιο κυδοιμοῦ
 
λύθρῳ γαῖαν ἔδευσε, καὶ αἵματι κῦμα κεράσσας
 
Νηρεΐδας φοίνιξεν ἐρευθιόωντι ῥεέθρῳ,
 
κτείνων βάρβαρα φῦλα· πολὺς δʼ ἐπὶ μητέρι Γαίῃ 70
 
ὑψιλόφων ἀκάρηνος ἐτυμβεύθη στάχυς Ἰνδῶν,
 
πολλοὶ δʼ ἐν πελάγεσσιν ὀλωλότες ὀξέι θύρσῳ
 
αὐτόματοι πλωτῆρες ἐπορθμεύοντο θαλάσσῃ,
 
Ἰνδῶν νεκρὸς ὅμιλος. ἀνικήτῳ δὲ Λυαίῳ
 
ὕδασιν αἰχμάζοντος ἐγερσιμόθου ποταμοῖο 75
 
Ἄρεα κυματόεντα παρέρχομαι, ὁππότε πεύκη
 
Βακχιὰς αἰθαλόεσσα κατέφλεγε βάρβαρον ὕδωρ
 
μυδαλέῳ σπινθῆρι, καὶ ἔζεε κύματι θερμῷ
 
καπνὸν ἀναβλύζων ποταμήιον ὑγρὸς Ὑδάσπης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme