Book 25
ὠκεανὸν φορέοντι τί σοι ῥέξειεν Ὑδάσπης;
360
θαρσήεις πολέμιζε τὸ δεύτερον, ὅττι κυδοιμοῦ
νίκην ὀψιτέλεστον ἐμὴ μαντεύσατο Ῥείη·
οὐ γὰρ πρὶν πολέμου τέλος ἔσσεται, εἰσόκε χάρμης
ἕκτον ἀναπλήσωσιν ἔτος τετράζυγες Ὧραι·
οὕτω γὰρ Διὸς ὄμμα καἰ ἀτρέπτου λίνα Μοίρης
365
νεύμασιν Ἡραίοισιν ἐπέτρεπον· ἐσσομένῳ δὲ
ἑβδομάτῳ λυκάβαντι διαρραίσεις πόλιν Ἰνδῶν.
ὥς εἰπὼν Βρομίῳ πόρεν ἀσπίδα· καὶ φρένα τέρπων
οἴνου λυσιπόνοιο φιλακρήτοισι κυπέλλοις
εἰλαπίνης ἔψαυσεν· ἀρεσσάμενος δέ τραπέζῃ
370
θυμὸν ἑὸν παλίνορσος ἐμάστιε νῶτα λεόντων,
νόστιμον εἰς Φρυγίην ὀρεσίδρομον ἄρμα νομεύων.
Καυκασίων δʼ ἤλαυνε παρὰ πρηῶνας ἐναύλων,
Ἀσσυρίων δέ κάρηνα καἰ οὔρεα δύσβατα Βάκτρων
καὶ σκοπιὰς Λιβάνοιο παρήλυθε καὶ ῥία Ταύρου,
375
εἰσόκε Μαιονίης ἐπέβη χθονός· αὐτοπαγῆ δὲ
Ῥείης ὀβριμόπαιδος ἐδύσατο θέσκελον αὐλήν·
ὠμοβόρους δὲ λέοντας ἀπεσφήκωσε λεπάδνων,
φάτνης δʼ ἐγγὺς ἔδησε καὶ ἀμβροσίην πόρε φορβήν.
αὐτὰρ ὁ μητρῴην δεδαημένος ἔνθεον ὀμφὴν
380
θυρσομανὴς Διόνυσος ὀρειάσι μίσγετο Βάκχαις,
καλλείψας ἀνέμοισι κατηφέος ὄγκον ἀνίης,
χειρὶ σάκος δονέων πολυδαίδαλον, ὅπλον Ὀλύμπου,
Ἡφαίστου σοφὸν ἔργον. ἀολλίζοντο δὲ λαοί,
ποικίλα παπταίνοντες Ὀλύμπια θαύματα τέχνης,
385
θαύματα μαρμαίροντα, τά περ κάμεν οὐρανίη χεὶρ
ἀσπίδα δαιδάλλουσα πολύχροον, ἦς ἐνὶ μέσσῳ
ἐν μὲν γαῖαν ἔτευξε περίδρομον, ἀμφὶ δὲ γαίῃ
οὐρανὸν ἐσφαίρωσε χορῷ κεχαραγμένον ἄστρων,
καὶ χθονὶ πόντον ἔτευξεν ὁμόζυγον· αἰθέριον δὲ
390
χρυσῷ μὲν φλογέων ἐποχημένον ἄντυγι δίφρων
ἠέλιον ποίκιλλεν, ἀπʼ ἀργυρέου δὲ μετάλλου
λευκαίνων τροχόεσσαν ὅλην κύκλωσε Σελήνην·
ἐν δέ τε τείρεα πάντα, τά περ πολυφεγγέι κόσμῳ
μιτρώσας στεφανηδὸν ἕλιξ ποικίλλεται αἰθὴρ
395
ἑπτὰ περὶ ζώνῃσι, καὶ ἀξονίῳ παρὰ κύκλῳ
ἄβροχον οὐρανίης διδυμάονα ῥυμὸν Ἁμάξης·
ἄμφω γὰρ παρὰ νύσσαν ὑπέρτερον Ὠκεανοῖο
ἀλλήλων στιχόωσιν ἐπʼ ἰξύι, καἰ τόσον αἰεὶ