Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 24

 
φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγε ταρσῷ 80
 
κουφίζων ἐκόμισσεν ἐς Ἄρεα Δηριαδῆος
 
Ἰνδῴην ἐπὶ πέζαν· ἀπʼ εὐρυπόροιο δὲ κόλπου
 
υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων,
 
φαιδρὸς ἀλεξικάκων πεφορημένος ἄρματι κύκνων,
 
μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης· 85
 
καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,
 
υἱέα Πηνελόπης, κεραελκέα Πᾶνα κομήτην·
 
Οὐρανίη δʼ Ὑμέναιον ἀνεζώγρησεν ὀλέθρου
 
παιδὸς ἑοῦ γονόεντος ἐπώνυμον, ἠερίας δὲ
 
ἀτραπιτούς ἐχάραξεν, ὁμοίιος ἀστέρος ὁλκῷ, 90
 
γνωτῷ βοτρυόεντι χαριζομένη Διονύσῳ·
 
Καλλιόπη δʼ Οἴαγρον ἑοῖς ἀνεκούφισεν ὤμοις·
 
καί τεκέων Ἥφαιστος ἑῶν ἀλέγιζε Καβείρων,
 
ἀμφοτέρους δʼ ἥρπαξεν, ὁμοίιος ὀξέι πυρσῷ·
 
Ἀκταίη δʼ ἐσάωσεν Ἐρεχθέα Παλλάς Ἀθήνη 95
 
Ἰνδοφόνον, ναετῆρα θεοκρήπιδος Ἀθήνης·
 
νύμφας δʼ Ἁδρυάδας ναέται ζώγρησαν Ὀλύμπου
 
πάντες, ὅσοις μεμέληντο φίλαι δρύες, ἐξοχα δʼ ἄλλων
 
δαφναίας ἐσάωσε φανεὶς δαφναῖος Ἀπόλλων,
 
καί σφιν ἄμα χραίσμησε συνέμπορος υἱέι μήτηρ, 100
 
εἰσέτι κυδαίνουσα λεχώια δένδρεα Λητώ.
 
Βασσαρίδων δὲ φάλαγγα κορυμβοφόρους τε γυναῖκας
 
ἐκ βυθίου ῥύσαντο πολυφλοίσβοιο κυδοιμοῦ
 
θυγατέρες Κύδνοιο, φιλοζεφύρου ποταμοῖο,
 
πλωτὸν ἐπιστάμεναι διερὸν δρόμον, ἅς ἐπὶ νίκῃ 105
 
Ἄρεος Ἰνδῴοιο πατὴρ δωρήσατο Βάκχῳ,
 
Νηιάδας πολέμοιο δαήμονας, ἅς ποτε χάρμην
 
μαρνάμενος Κρονίωνι Κίλιξ ἐδίδαξε Τυφωεύς.
 
καὶ στρατὸς ὡμάρτησεν ὁμόστολος· ἐσσυμένους δὲ
 
Εὔιος ἔφθασε πάντας, ὀρεσσαύλων ἐπὶ δίφρων 110
 
ἄξονος ἀβρέκτοιο διαξύων ῥόον ὁλκῷ·
 
καὶ Σατύρων δρόμον εἶχεν ὁμόστολον, οἷς ἅμα Βάκχαι
 
ὑγροπόροι καὶ Πᾶνες ὁμήλυδες· ἔξοχα δʼ ἄλλων
 
ὠκύτεροι Τελχῖνες ἁλιτρεφέων ὑπὲρ ἵππων,
 
πατρῴης ἐλατῆρες ἁλικρήπιδος ἀπήνης, 115
 
εἰς δρόμον ὡμάρτησαν ἐπειγομένῳ Διονύσῳ.
 
ἄλλοι δʼ ἦσαν ὄπισθεν, ἐπεσσεύοντο δὲ πορθμῷ
 
ἐξ ἑτέρης ἀνιόντες ἀθηήτοιο κελεύθου,
 
ἧχι θεὸς πόμπευεν· ἐπεὶ πτερὸν ἠρέμα πάλλων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme