Book 24
Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν·
40
λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων,
ὅττι ῥόος ποταμοῖο τεούς νάρθηκας ἀέξει.
οὐ ξένον οἶδμα πέρησας ἐπώνυμον· ἀλλοφυῆ γὰρ
ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς,
ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων
45
Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις·
καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας· ἀλλὰ σὺ κείνῳ
δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες· ἀρχεγόνου γὰρ
ἐκ κραδίης ἀνέτελλες, ἀειδομένου Διονύσου.
ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ·
50
μνώεο Μαιονίης σέο πατρίδος· ὑμετέρου γὰρ
Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης.
καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων,
γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην·
μηδὲ πυρί φλέξῃς ὑδάτων χύσιν· ἐξ ὑδάτων γὰρ
55
ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ.
ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω
μειλίχιον στορέσας ἱκέτην ῥόον· ἐν πολέμοις γὰρ
εἰ θρασὺν αὐχένα κάμπτε, καὶ ἤπιος ἔσκε Τυφωεύς,
καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς
60
ἀστεροπὴν ἀνέκοπτε πατήρ τεός, ὑψιμέδων Ζεύς.
ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην.
καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης
χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην,
χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο,
65
ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων,
καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ.
ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην,
τόφρα δέ, θάρσος Ἄρηος ἔχων, περιμήκετον ὁρμὴν
Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς,
70
στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ
λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων.
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἐσσυμένως δὲ
οὐρανόθεν πεφόρητο προασπίζων Διονύσον.
καὶ σφετέροισιν ἰόντες ἀρηγόνες, ἄλλος ἐπʼ ἄλλῳ,
75
σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου
ἅλματι πωτήεντι· καὶ Αἰγίνης χάριν εὐνῆς
αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς
Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην