Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 23

 
Ὠκεανὸς δʼ ἰάχησεν ἀπειλείων Διονύσῳ, 280
 
ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ,
 
καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων
 
ἠιόνας κόσμοιο κατέκλυσε χεύματι μύθων·
 
ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου
 
παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς, 285
 
ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ
 
εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς·
 
ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα
 
Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης.
 
ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ 290
 
ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω,
 
κρύψω δʼ αἰθέρος ἄστρα· καὶ ἀθρήσει με Κρονίων
 
χεύματι μορμύροντι κατακλύζοντα Σελήνην·
 
Ἀρκτῴην δʼ ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω
 
ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης· 295
 
καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης
 
αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω,
 
κρυπτόμενον πελάγεσσι· καὶ ἀστερόφοιτον ἐρύσσω
 
νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν
 
Ἠριδανὸν πυρόεντα, καὶ ὑδατόεντα τελέσσω, 300
 
αἰθέρα γυμνώσας διεροῦ πυρός· ὑψιπόρους δὲ
 
ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω,
 
νηχομένους μετʼ Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς,
 
ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω
 
ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης, 305
 
κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην,
 
Εὐρώπης μετὰ λέκτρον· ὀρινέσθω δὲ καὶ αὐτή,
 
δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν,
 
ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
 
ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω 310
 
ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην,
 
ὡς πάρος ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου
 
ὑγρὸς Ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν Ἐνυώ·
 
κρύψω δʼ ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ
 
ἄρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ. 315
 
Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο· ταυροφυῆ γὰρ
 
Ζεὺς νόθον υἷα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
 
καὶ ποταμοὺς καί φῶτας ἀμεμφέας· ἀμφότερον δὲ
 
Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme