Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 23

 
καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων, 240
 
οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι,
 
οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει.
 
εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο,
 
Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ,
 
ὑμέτερον πυρίκαυτον ἀδελφεόν· αἰνοπαθὴς δὲ 245
 
σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου,
 
χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ,
 
υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ,
 
οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ.
 
ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μή σε νοήσω 250
 
Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.
 
ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης
 
κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ.
 
καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων,
 
εἰ μὴ Βάκχος ἄμυνεν, ἀπʼ ἀγχιπόροιο δὲ λόχμης 255
 
πυρσοτόκον νάρθηκα λαβὼν ἀντώπιον Ἠοῦς
 
ἠελίῳ θέρμηνεν· ἐριφλεγέος δὲ κορύμβου
 
αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ·
 
καὶ προχοαῖς φλόγα ῥῖψεν· ἀπειλητῆρι δὲ δαλῷ
 
καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι· 260
 
καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης
 
λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου·
 
καὶ θρύα πῦρ ἀμάθυνε· πολυστροφάλιγγι δὲ ῥιπῇ
 
καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ
 
ἠερίας ἁψῖδας, ὅλη δʼ ἐμελαίνετο λόχμη 265
 
εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων.
 
καὶ σέλας εἰς βυθὸν εἷρπεν· ἐνεκρύπτοντο δὲ πηλῷ
 
ἰχθύες αἰθαλόεντες· ὑποβρυχίοιο δὲ πυρσοῦ
 
νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς
 
ὑγρὸν ἀναπτομένη· βυθίων δʼ ἀπὸ καπνὸς ἐναύλων 270
 
ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ.
 
Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ
 
γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου·
 
καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ
 
νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην· 275
 
ἄλλη δʼ Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην
 
ἀζαλέοις μελέεσσιν· ἀλωομένην δὲ Χοάσπης
 
ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην
 
παρθενικὴν ἀπέδιλον ἐδέξατο, Περσίδι γείτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme