Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 23

 
Σειληνοὶ δὲ γέροντες ἐναυτίλλοντο θαλάσσῃ 160
 
καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην
 
καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν
 
γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης,
 
μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ·
 
γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει; 165
 
οἴδματα σεῖο κόρυσσον ἐπιβρίθων Διονύσῳ,
 
ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην.
 
σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ
 
ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις·
 
Αἰόλε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ 170
 
σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας
 
μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης
 
ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην,
 
καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες·
 
σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ· 175
 
χεύμασι δʼ ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ
 
συρομένων προχοῇσιν ἐμὸς ῥόος ἄρμα δεχέσθω,
 
οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων.
 
οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσω·
 
σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Βρομίοιο μαχηταὶ 180
 
ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις
 
ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου.
 
εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ
 
νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει
 
καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει; 185
 
αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες
 
ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις.
 
οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔξεον Ἰνδοὶ
 
ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ
 
Δηριάδης ἐχάραξεν ἑῶ περιμήκεϊ δίφρῳ, 190
 
ὑψιλόφων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.
 
ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον· ἆλτο δὲ Βάκχῳ
 
αἰχμάζων ῥοθίοισιν· ἀελλήεσσα δὲ πολλὴ
 
μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ·
 
καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ, 195
 
μαρνάμενος Σατύροισι· πολυφλοίσβῳ δὲ κυδοιμῷ
 
Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν
 
καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ
 
ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme