Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 23

 
Ἀντολίῃ δʼ ἐπέβαινε, καὶ ἤλασεν Ἰνδὸν Ὑδάσπην 120
 
φύλοπιν αἱματόεσσαν ἀναστῆσαι Διονύσῳ.
 
ἀλλʼ ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν Ἄρης,
 
δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων
 
χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων.
 
καὶ θεὸς ἡγεμόνευε, διʼ οἴδματος ἡνιοχεύων 125
 
ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ
 
πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην·
 
καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο,
 
ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων,
 
ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην, 130
 
ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων
 
ἁρπάξας· ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ,
 
ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας,
 
καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων,
 
ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν, 135
 
οὐ Βορέην καλέων νηοσσόον—ἰθυτενὲς γὰρ
 
εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων
 
Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης—,
 
καὶ πλωτῆς ἀδίαντος ἐπʼ ἀσπίδος οἴδματα τέμνων,
 
πεῖσμα φέρων τελαμῶνα, σακέσπαλον εἶχε πορείην, 140
 
ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων.
 
καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων
 
ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων·
 
καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου
 
ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα 145
 
ὑψιφανὴς ἀνέτελλε διʼ ὕδατος ἄβροχος αὐχήν.
 
καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων,
 
ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην,
 
δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,
 
ἐνδομύχων δʼ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί. 150
 
αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν
 
ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο·
 
καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων
 
πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην·
 
καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι 155
 
Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο.
 
ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις
 
εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,
 
καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme