Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 22

 
ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος 200
 
ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα θανόντος
 
συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.
 
ἄλλον ἀπηλοίησεν ἀφειδέι δουρὶ πατάξας,
 
θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,
 
ἄορι δʼ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ 205
 
ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.
 
αὐτάρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ
 
ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ
 
ἢ πλευρῆς ἑκάτερθεν ἤ αὐχένος ἢ σχεδὸν ὤμου·
 
σείων δʼ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν 210
 
στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος,
 
κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.
 
ὡς δʼ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην
 
φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,
 
φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην· 215
 
ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ
 
Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.
 
καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας
 
δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·
 
καί τις ἐπʼ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων 220
 
εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης,
 
καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ,
 
καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης,
 
αὐχενίου δεσμοῖο παρʼ ἀνθερεῶνα λυθέντος·
 
τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος. 225
 
οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καἰ αὐτοὶ
 
ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν Ἐνυώ,
 
Ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ.
 
κούρη δʼ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν
 
πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν 230
 
μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ.
 
καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις
 
θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δέ
 
οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,
 
ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος, 235
 
ἄλλος ὑπέρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ,
 
ἄλλος ἐπεστήρικτο παρʼ ὀμφαλόν, ὃς δʼ ἐπὶ γαίῃ
 
ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ,
 
ὃς δέ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme