Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 22

 
νεύμασι δενδίλλων, νοερῇ δʼ ἐκέλευε σιωπῇ 120
 
τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν,
 
καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν,
 
μή σφιν ἐπτβρίσωσιν ἀθωρήκτοισι μαχηταί,
 
εἰσέτι δαινυμένοισιν ἀνὰ στρατόν· οἱ δὲ Λυαίῳ
 
κεκλομένῳ πεῖθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι 125
 
σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης.
 
καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται
 
γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ,
 
νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,
 
μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη. 130
 
καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ
 
βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων.
 
Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν
 
ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,
 
ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ. 135
 
ἀλλʼ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς
 
ὄρθρον ἀμεργομένη δροσερῇ πορφύρετο πέτρῃ,
 
ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης
 
δυσμενέες προύτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς,
 
Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν 140
 
ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ.
 
καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου
 
ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ
 
αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ
 
εἰς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης. 145
 
τεύχεσι δʼ ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ,
 
χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων,
 
κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης
 
φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης,
 
καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς, 150
 
σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης
 
Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος
 
μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος·
 
καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοιο τινάσσων
 
ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ 155
 
πάτριον ὄλβον ἔφαινεν, ἀπʼ εὐφαέος δὲ καρήνου
 
ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη
 
χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ.
 
καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme