Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 22

 
δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς 40
 
φρικτά, τά μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης
 
ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ
 
καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος
 
σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ·
 
ἀνδρομέης δʼ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς 45
 
μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν,
 
νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος,
 
καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν
 
ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ χορείῃ
 
πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ. 50
 
καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν
 
μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης·
 
αἰδομένη δʼ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν,
 
τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις.
 
καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου, 55
 
ὄμμα βαλὼν πυκινοῖο διʼ ἀκροτάτοιο κορύμβου,
 
φύλλα περιστείλας θηήτορα κύκλον ὀπωπῆς,
 
τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ
 
ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης,
 
ἢ ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ, 60
 
φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν,
 
ἐνδόμυχον τυκτοῖο διʼ ὄμματος ὄμμα τιταίνει,
 
ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου.
 
ὣς ὅ γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην
 
ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ· 65
 
ἀντιβίοις δʼ ἤγγειλε· φόβῳ δʼ ἐλελίζετο Θουρεὺς
 
μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι.
 
ἔτρεμε δʼ Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ
 
χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν,
 
δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ. 70
 
καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης
 
μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης
 
αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ·
 
ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη
 
δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν, 75
 
Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ,
 
καὶ Κίρκης κυκεῶνα θεοκλήτοις ἐπαοιδαῖς,
 
οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο.
 
καὶ πίθεν ἀντιβίους ταχυπειθέας· εἶπε δʼ ἑκάστῳ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme