Book 22
οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
360
κυανέης ἤμησε σιδήρεα λήια χάρμης
κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπʼ ὄχθαις,
τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων·
καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ
αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.
365
καί τις ἀνήρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν
κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,
καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ
σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ
οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου
370
νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,
καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.
πολλοὶ δʼ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν
ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὅς μὲν ἐπʼ ὄχθαις,
ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὅς δʼ ἐπὶ γαίῃ
375
ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων·
ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ
Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων·
αἰχμητὴν δʼ ἀσίδηρον ἔτι ψαύοντα λιτάων
οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ
380
χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ
νηρίθμους κεράιζε, ῥόον ποταμοῖο μιαίνων·
καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.
Οὐδʼ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,
ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων
385
ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν Ἐνυώ,
οἷα προθεσπίζων ποταμοῦ περὶ χεῦμα Καμάνδρου
φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·
καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.
καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη
390
νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων·
Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,
ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.
ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις
δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων·
395
νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ·
κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.
μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.
ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἄλα βαίνω.