Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 22

 
δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργά τε μέλπει Αἰακὸς ὄσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ.
 
ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο
 
Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ
 
πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης,
 
δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ
 
Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,
 
καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ· 5
 
γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι
 
νηιάδες δʼ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι
 
σιγαλέοις ἑλικηδὸν ἐμιτρώσαντο ῥεέθροις
 
καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς, 10
 
οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν
 
ὑμνοπόλοι Σειρῆνες· ὅλη δʼ ἐλελίζετο λόχμη,
 
καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,
 
Ἁδρυάδες δʼ ἀλάλαζον, ἐπʼ εὐπετάλοιο δὲ Νύμφη
 
ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου. 15
 
Χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή,
 
ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δʼ ἐνὶ κόλπῳ
 
νηιάδες λούσατο γαλαξαίοισι ῥεέθροις,
 
καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ
 
οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη, 20
 
γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης
 
ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων
 
λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης,
 
σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων
 
ἄγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης· 25
 
αὐτομάτου δὲ χυθέντος ἐπʼ ἀκρεμόνεσσιν ἐλαίου
 
ἰκμάσιν ἀθλιβέεσσιν ἐλούετο δένδρον Ἀθήνης.
 
καὶ κύνας ὀρχηστῆρας ἐπηχύνοντο λαγωοί·
 
μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ
 
ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου, 30
 
αὐχένα δοχμώσαντες, ἀνήρυγε δʼ ἄλλος ἐπʼ ἄλλῳ
 
μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος·
 
τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων,
 
καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης
 
ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου· 35
 
Ἰνδῴην δʼ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην
 
τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης
 
ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων.
 
καὶ τότε παιπαλόεντα κατʼ ἄγκεα Πᾶνες ἀλῆται
1 / 11 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme