Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 21

 
ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης, 200
 
τόφρα δὲ Καυκασίοιο διʼ οὔρεος εἰς πόλιν Ἰνδῶν
 
οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ
 
ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,
 
ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
 
αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας, 205
 
αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου,
 
δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,
 
ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων,
 
ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ
 
ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή. 210
 
ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,
 
εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ
 
ἑζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,
 
ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.
 
καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν· 215
 
οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει
 
ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος,
 
ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,
 
θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ
 
εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ 220
 
καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.
 
ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων
 
ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ
 
μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης
 
χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ. 230
 
καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας
 
ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ·
 
Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει
 
Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης
 
σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων· 235
 
εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις
 
Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.
 
ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς
 
εἰρομένῳ τινὰ μῦθον, ἵνʼ ἀγγείλω Διονύσῳ.
 
ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν· 240
 
ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.
 
αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,
 
οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.
 
ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme