Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 21

 
ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης 160
 
λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.
 
καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·
 
Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ
 
ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου
 
μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ, 165
 
αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,
 
ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,
 
πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,
 
πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.
 
καὶ τὰ κὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δʼ ἐνὶ πόντῳ 170
 
θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς
 
εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·
 
καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,
 
οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,
 
μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ· 175
 
καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων
 
σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.
 
ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς
 
πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·
 
καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ· 180
 
Καδμείην δʼ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην
 
αὐτοκασιγνήτην προσπτύξατο μητέρος Ἰνώ,
 
καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ
 
σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ
 
οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην, 185
 
Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν
 
ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου·
 
καὶ Σάτυρος φιλόμοχθος ἔχων ἀγέλαστον ὀπωπὴν
 
ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς
 
ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται, 190
 
Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου·
 
Σειληνὸς δʼ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,
 
κεῖτο κατηφιόων· Κρονίη δʼ ἐλελίζετο Νύμφη
 
Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,
 
Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης. 195
 
ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ
 
Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης
 
πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην,
 
νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme