Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 21

 
40
 
φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ
 
ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι.
 
σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω·
 
οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.
 
ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ 45
 
ἰχθὺς βαιός ἄναλκις ἐπέχραε πολλάκι ναύταις
 
ἂψ ἀνασειράζων, ὀλίγῳ δʼ ὑπὸ χάσματι λαιμοῦ
 
μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ;
 
δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων
 
αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ. 50
 
μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,
 
εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.
 
τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ
 
ἀμβροσίη τανύφυλλος, ἀρασσομένοιο Λυκούργου·
 
καὶ ,χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ 55
 
ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων
 
ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ·
 
οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δʼ ἐτίνασσεν ἀνάγκῃ
 
οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·
 
οὐδὲ διʼ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ 60
 
θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι
 
αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.
 
καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης
 
παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,
 
μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου· 65
 
οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,
 
καὶ μάλα περ ποθέων, στεροπῇ δʼ ὑπόειξε τοκῆος
 
δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.
 
καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ
 
ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ· 70
 
γαστέρι δʼ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,
 
ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,
 
χωομένη δʼ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι,
 
οἷον ἔην τότε θαῦμα δαϊζομένοιο χιτῶνος Koechly has interchaged the second halves of these two lines, as given in the MSS.
 
θηλυτέροις ὀνύχεσσι, σιδηρείου περ ἐόντος—· 75
 
καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν
 
Κλείτη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ
 
εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου
 
αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἐπὶ νώτων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme