Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 20

 
καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ 40
 
ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ·
 
Βάκχου δʼ ὑπναλέοιο παρεστηκυῖα καρήνῳ
 
φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ·
 
ὑπνώεις, Διόνυσε θεηγενές· εἰς ἐνοπὴν δὲ
 
Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις· 45
 
μητρυιὴ δʼ ὁρόωσα τεὴν φύξηλιν Ἐνυὼ
 
Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις.
 
αἰδέομαι Κρονίωνι φανήμεναι, ἄζομαι Ἥρην,
 
ἄζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης·
 
Τιτήνων δʼ ὀλετῆρα, προασπιστῆρα τοκῆος, 50
 
αὐχένα γαῦρον ἔχοντα κατʼ οὐρανὸν Ἄρεα φεύγω,
 
ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ·
 
καὶ γνωτὴν δέο μᾶλλον, ἀριστογόνοιο τοκῆος
 
αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,
 
Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ 55
 
μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη·
 
εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ
 
αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου,
 
Τιτήνων σκεδάσασα θυελλήεσσαν Ἐνυώ,
 
πατρῴου δʼ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου· 60
 
καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ.
 
ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων,
 
ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ
 
ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,
 
ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος 65
 
ῥάβδον ἔχων ὀλέτειραν· ἐγὼ δʼ ἐμὸν αἰθέρα φεύγω
 
μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου.
 
θύρσους δʼ ἠρεμέοντας ὀπιπεύουσα Λυαίου
 
μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ
 
παρθένος ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου 70
 
οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν,
 
μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης
 
πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων.
 
παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι· ἐν γὰρ Ὀλύμπῳ
 
ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ, 75
 
ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων,
 
γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα.
 
καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω
 
ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme