Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 2

 
αὐτὸς ἐμοὶ Φαέθων ἰδίης φλογὸς ἁψάμενος πῦρ 320
 
νυμφιδίῳ τανύσειε Τυφωέι δούλιον αἴγλην,
 
καὶ γαμίους σπινθῆρας ἐπαιθύσσοντες Ὀλύμπῳ
 
ἀστέρες ἀστράψειαν ἐμῶν λαμπτῆρες Ἐρώτων,
 
ἀστέρες ἕσπερα λύχνα· σὺν εὐθαλάμῳ δʼ Ἀφροδίτῃ
 
εὐνέτις Ἐνδυμίωνος ἐμὴ θεράπαινα Σελήνη 325
 
δέμνιά μοι στορέσειε· καὶ εἰ χρέος ἐστὶ λοετρῶν,
 
λούσομαι ἀστερόεντος ἐν ὕδασιν Ἠριδανοῖο·
 
ἀλλὰ Διὸς μετὰ λέκτρα Τυφωέι, κυκλάδες Ὧραι,
 
πήξατε παστὸν Ἔρωτος· ἀπʼ Ὠκεανοῦ δὲ καὶ αὐταί,
 
Λητώ, Ἀθηναίη, Παφίη, Χάρις, Ἄρτεμις, Ἥβη, 330
 
νυμφοκόμῳ Τυφῶνι κομίσσατε σύγγονον ὕδωρ·
 
καὶ γαμίοις πλήκτροισιν ἐμῆς παρὰ δαῖτα τραπέζης
 
ἀντὶ Διὸς μέλψειε Τυφωέα λάτρις Ἀπόλλων.
 
οὐ ξείνου δαπέδοιο φέρω πόθον· ἡμέτερον γὰρ
 
οὐρανὸν ἀστερόνωτον ἀδελφεὸν ἡνιοχεύσω, 335
 
αὐρανὸν οἶκον ἔχων μητρώιον, υἱέα γαίης.
 
καὶ Κρόνον ὠμηστῆρα τὸ δεύτερον εἰς φάος ἕλκων
 
γνωτὸν ἐμὸν συνάεθλον ἀπὸ χθονίοιο βερέθρου
 
λύσω δεσμὰ βίαια, παλιννόστους δὲ τελέσσω
 
αἰθερίους Τιτῆνας, ὁμωροφίους δὲ κομίσσω 340
 
γηγενέας Κύκλωπας ἐς οὐρανόν, ἄλλα δὲ τεύξω
 
ὅπλα πυρός· πολέων γὰρ ἐμοὶ χρέος ἐστὶ κεραυνῶν,
 
ὅττι διηκοσίῃσι, καὶ οὐ διδύμαις πολεμίζω
 
χερσὶν ἐγὼ Κρονίδῃ πανομοίιος· ἀντιτύπους δὲ
 
κρείσσονας ὀψιγόνους πολυφεγγέι μείζονι πυρσῷ 345
 
ἀστεροπὰς ἑτέρας χαλκεύσομαι, εὐρύτερον δὲ
 
ὄγδοον οὐρανὸν ἄλλον ὑπέρτερον ὑψόθι τεύξω
 
ἄστρασι φαιδροτέροισι κεκασμένον· οὐ δύναται γὰρ
 
ἀγχιφανὴς πόλος οὗτος ὅλον Τυφῶνα καλύψαι.
 
καὶ μετὰ θήλεα τέκνα καὶ ἀρσενόπαιδα γενέθλην 350
 
πουλυτόκου Κρονίδαο πολυσπερὲς ἄλλο φυτεύσω
 
αἷμα νέων μακάρων πολυαύχενον· οὐ χορὸν ἄστρων
 
λείψω νόσφι γάμων ἀχρήιον, ἀλλὰ συνάψω
 
ἄρσενι θηλυτέρην, ἵνα δούλια τέκνα λοχεύσῃ
 
παρθενικὴ πτερόεσσα παρευνηθεῖσα Βοώτῃ. 355
 
εἶπεν ὁμοκλήσας· Κρονίδης δʼ ἐγέλασσεν ἀκούων.
 
καὶ μόθος ἀμφοτέροισιν ἐπέβρεμεν· ἦν δὲ κυδοιμοῦ
 
πομπὸς Ἔρις Τυφῶνι, Διὸς δʼ ἡγήσατο Νίκη
 
εἰς μόθον. οὐ βοέης ἀγέλης χάριν, οὐ περὶ ποίμνης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme