Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 2

 
οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ἡμιφανῆ 120
 
οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ
 
Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος· ἀλλὰ Κρονίων
 
Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας.
 
ἵξομαι εἰς ἁλὸς οἶδμα· τί μοι γάμος; ἀλλʼ ἐνὶ πόντῳ
 
Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων. 125
 
αἴθε λάχον πτερὰ κοῦφα· διʼ ὑψιπόρου δὲ κελεύθου
 
ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω·
 
ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς
 
ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.
 
εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω, 130
 
μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη φιλομήλη
 
καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην
 
ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,
 
φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,
 
ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν. 135
 
Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν δέο πενθάδι μολπῇ
 
υἱέα δακρύσειας, ἐγὼ δʼ ἐμὰ λέκτρα γοήσω.
 
Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ
 
καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.
 
ἀήρ, οὔρεα, πόντος ἀνέμβατος· ἔνδοθι γαίης 140
 
κρύπτομαι· ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν
 
ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι.
 
εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθὼ
 
πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ·
 
οὐκ ἐθέλω παρὰ μῦθον, ὅτι προχοῇσι συνάψω 145
 
παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ.
 
πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω
 
ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι.
 
εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω
 
οὔνομα παιδὸς ἔχουσα σαόφρονος· ἀντὶ δὲ Δάφνης 150
 
μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.
 
ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
 
εἴην Ἡλιάδων καὶ ἐγὼ μία· πυκνὰ δὲ πέμψω
 
ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις
 
γείτονος αἰγείροιο περίπλοκα φύλλα πετάσσω 155
 
δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην·
 
οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, δάφνη,
 
αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης.
 
ἔσσομαι,ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme