Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 2

 
καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων 80
 
αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς
 
αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,
 
πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων
 
κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ·
 
κεκλιμένην δʼ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν· 85
 
καί, Μορίης μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην
 
τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ·
 
καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,
 
πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην
 
βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος· 90
 
καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,
 
μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἁδρυάδες δὲ
 
ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι.
 
καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου
 
σύγχρονος ἀκρήδμενος Ἁμαδρυὰς ἄνθορε δάφνης, 95
 
ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη
 
ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ·
 
Δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω
 
ἀμφοτέραις, μὴ Φοῖβον ἴδης, μὴ Πᾶνα νοήσω.
 
ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης 100
 
τέμνετε δειλαίης τετιημένα· φείδεο, τέκτων,
 
ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων,
 
μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.
 
ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων
 
κόπτέ με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ 105
 
πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,
 
ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,
 
εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.
 
ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,
 
καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ 110
 
αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ·
 
ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν·
 
Παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ
 
ἐκ Δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.
 
πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας 115
 
ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,
 
καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,
 
ὡς Πίτυν, ὡς Σύριγγα· διωκομένη δὲ καὶ αὐτὴ
 
ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme