Book 2
μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
680
ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
καὶ Θάσος εἰς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
685
Θρηικίην δʼ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·
τὸν μέν ἐγὼ κομόωντα βαθυπλούτοισι μετάλλοις
γαμβρὸν ἐς Ὠρείθνιαν ἄγω καὶ Θρῇκα Βορῆα,
νυμφίον ὀμφήεντα φιλοστεφάνου Κλεοπάτρης.
καὶ σὺ κασιγνήτων ἰσοελκέι νήματι Μοίρης
690
Καδμείων βασίλευε καὶ οὔνομα λεῖπε πολίταις·
πλαγκτοσύνης δʼ ἀπόειπε παλίμπορα κύκλα κελεύθου,
καὶ βοὸς ἄστατον ἴχνος ἀναίνεο· Κυπριδίῳ γὰρ
σύγγονον ὑμετέρην ζυγίῳ νυμφεύσατο θεσμῷ
Ἀστερίων Δικταῖος ἄναξ Κορυβαντίδος Ἴδης.
695
καὶ τὰ μὲν αὐτὸς ἐγὼ μαντεύσομαι, ἄλλα δὲ Φοίβῳ
καλλείψω· σὺ δέ, Κάδμε, μεσόμφαλον ἄξονα βαίνων
Δελφίδος αὐδήεντα μετέρχεο τέμπεα Πυθοῦς.
ὣς εἰπὼν ἀπέπεμπεν Ἀγηνορίδην μετανάστην
Ζεὺς Κρονίδης· καὶ κραιπνὸς ἐς αἰθερίων ἴτυν ἄστρων
700
χρύσεον ἔτραπε δίφρον, ἐπεμβεβαυῖα δὲ Νίκη
ἤλασεν οὐρανίῃ πατρώιον ἵππον ἱμάσθλῃ.
καὶ θεὸς εἰς πόλον ἦλθε τὸ δεύτερον· ἐρχομένῳ δὲ
οὐρανίας πετάσαντο πύλας ὑψαύχενες Ὧραι,
αἰθέρα δʼ ἐστέψαντο· παλιννόστῳ δʼ ἐνὶ μορφῇ
705
σὺν Διὶ νικήσαντι θεοὶ νόστησαν Ὀλύμπῳ,
καὶ πτερόεν μίμημα μετηλλάξαντο προσώπου.
ἁβροχίτων δʼ ἀσίδηρος ἐς οὐρανὸν ἦλθεν Ἀθήνη
Ἄρεα Κῶμον ἔχουσα, Μέλος δέ οἱ ἔπλετο Νίκη·
καὶ Θέμις ὅπλα Γίγαντος ὀλωλότος ἄφρονι Γαίῃ
710
εἰς φόβον ἐσσομένων ἐπεδείκνυε, μητρὶ Γιγάντων,
ὑψιπαγῆ κρεμάσασα παρὰ προθύροισιν Ὀλύμπου.