Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 2

 
καὶ χθονίους Κύκλωπας ἔχων ναετῆρας Ὀλύμπου 600
 
τεῦξον ἀρειοτέροιο νέον σπινθῆρα κεραυνοῦ.
 
ἀλλὰ δόλῳ θέλξαντα τεὸν νόον ἐλπίδι νίκης
 
χρυσῷ δῆσον Ἔρωτα μετὰ χρυσῆς Ἀφροδίτης·
 
χαλκῷ σφίγξον Ἄρηα κυβερνητῆρα σιδήρου.
 
ἀστεροπαὶ φεύγουσι καὶ οὐ μίμνουσιν Ἐνυώ· 605
 
πῶς στεροπῆς ὀλίγης οὐκ ἔκφυγες ἀπτόλεμον πῦρ;
 
ἢ πόθεν οὔασι σοῖσιν ἀμετρήτοισιν ἀκούων
 
βρονταίην ἐλάχειαν ἐδείδιες ὄμβριον ἠχώ;
 
τίς σε τόσον ποίησεν ἀνάλκιδα; πῇ σέθεν αἰχμαί;
 
πῇ κεφαλαὶ σκυλάκων; πῇ χάσματα κεῖνα λεόντων 610
 
καὶ χθόνιον μύκημα βαρυφθόγγων σέο λαιμῶν;
 
πῇ δε δρακοντείης δολιχόσκιος ἰὸς ἐθείρης;
 
οὐκέτι συρίζεις ὀφιώδεϊ κυκλάδι χαίτῃ;
 
πῇ βοέων στομάτων μυκήματα; πῇ σέο χειρῶν
 
ἠλιβάτου πρηῶνος ἀκοντιστῆρες ἀγοστοί; 615
 
οὐκέτι μαστίζεις ἑλικώδεας ἄντυγας ἄστρων;
 
οὐκέτι λευκαίνουσι συῶν προβλῆτες ἀκωκαὶ
 
ἀφροκόμῳ ῥαθάμιγγι διάβροχον ἀνθερεῶνα;
 
πῇ μοι φρικτὰ γένεια σεσηρότα λυσσάδος ἄρκτου;
 
εἶξον ἐπουρανίοισι, πεδοτρεφές· ὑμετέρων γὰρ 620
 
χειρὶ μιῇ νίκησα διηκοσίων στίχα χειρῶν.
 
ἀλλὰ βαθυκρήμνοισι περισφίγγουσα κολώναις
 
Σικελίη τρικάρηνος ὅλον Τυφῶνα δεχέσθω
 
οἰκτρὰ κονιομένοις ἑκατὸν κομόωντα καρήνοις.
 
ἔμπης, εἰ νόον ἔσχες ὑπέρβιον, εἰ δὲ καὶ αὐτῷ 625
 
ἐλπίσιν ἀπρήκτοισιν ἐπεσκίρτησας Ὀλύμπῳ,
 
τεύξω σοι, πανάποτμε, κενήριον, ὑστάτιον δὲ
 
σὸν κενεὸν παρὰ τύμβον, ἀτάσθαλε, τοῦτο χαράξω·
 
 
630
 
ἔννεπε κερτομέων νέκυν ἔμπνοον, υἱὸν Ἀρούρης.
 
καὶ Διὶ παμμεδέοντι χέων ἐπινίκιον ἠχὼ
 
λαϊνέῃ σάλπιγγι Κίλιξ μυκήσατο Ταῦρος,
 
ὑδρηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Κύδνος
 
Ζηνὸς ἀνευάζων διερῷ βρυχήματι νίκην, 635
 
μεσσοφανὴς προχέων ναέτην ῥόον ἥλικι Ταρσῷ.
 
γαῖα δὲ πετρήεντα διαρρήξασα χιτῶνα
 
ἄχνυτο κεκλιμένη, καὶ πενθάδος ἀντὶ μαχαίρης
 
κοπτομένην ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme