Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 2

 
καὶ στεροπὴν δόρυ πάλλε, Διιπετέες δὲ κεραυνοὶ 480
 
ἠερόθεν πέμποντο πυριγλώχινες ὀιστοί·
 
ἤδη γὰρ περίφοιτος ἀπὸ χθονίου κενεῶνος
 
ξηρὸς ἀερσιπότητος ἀνέδραμεν ἀτμὸς ἀρούρης,
 
καὶ νεφέλης ἔντοσθεν ἐελμένος αἴθοπι λαιμῷ
 
πνίγετο θερμαίνων νέφος ἔγκυον· ἀμφὶ δὲ καπνῷ 485
 
τριβομένων καναχηδὰ πυριτρεφέων νεφελάων
 
θλιβομένη πεφόρητο δυσέκβατος ἐνδόμυχος φλὸξ
 
διζομένη μέσον οἶμον, ἐπεὶ σέλας ὑψόθι βαίνειν
 
οὐ θέμις· ἀστεροπὴν γὰρ ἀναθρῴσκουσαν ἐρύκει
 
ὀμβρηρῇ ῥαθάμιγγι λελουμένος ἴκμιος ἀήρ, 490
 
πυκνώσας νέφος ὑγρὸν ὑπέρτερον· ἀζαλέου δὲ
 
νειόθεν οἰγομένοιο διέδραμεν ἁλλόμενον πῦρ.
 
ὡς λίθος ἀμφὶ λίθῳ φλογερὴν ὠδῖνα λοχεύων
 
λάινον ἠκόντιζε πολυθλιβὲς αὐτόγονον πῦρ,
 
πυρσογενὴς ὅτε θῆλυς ἀράσσεται ἄρσενι πέτρῳ· 495
 
οὕτω θλιβομένῃσιν ἀνάπτεται οὐρανίη φλὸξ
 
λιγνύι καὶ νεφέλῃσιν· ἀπὸ χθονίοιο δὲ καπνοῦ
 
λεπταλέου γεγαῶτος ἐμαιώθησαν ἀῆται.
 
ἄλλην δʼ ἐξ ὑδάτων μετανάστιον ἀτμίδα γαίης
 
ἠέλιος φλογερῇσι βολαῖς ἀντωπὸν ἀμέλγων 500
 
τινθαλέῳ νοτέουσαν ἀνείρυσεν αἰθέρος ὁλκῷ·
 
ἡ δὲ παχυνομένη νεφέων ὤδινε καλύπτρην,
 
σεισαμένη δὲ πάχιστον ἀραιοτέρῳ δέμας ἀτμῷ,
 
ἂψ ἀναλυσαμένη μαλακὸν νέφος εἰς χύσιν ὄμβρου,
 
ὑδρηλὴν προτέρην μετεκίαθεν ἔμφυτον ὕλην. 505
 
τοῖος ἔφυ φλογόεις νεφέων τύπος, οἶσι καὶ αὐτοὶ
 
ἰσότυποι στεροπῇσι συνωδὶνοντο κεραυνοί.
 
Ζεὺς δὲ πατὴρ πολέμιζε· κατʼ ἀντιβίοιο δὲ πέμπων
 
ἠθάδα πυρσὸν ἴαλλεν, ἀκοντιστῆρα λεόντων,
 
βάλλων ποικιλόφωνον ἀμετρήτων στίχα λαιμῶν 510
 
οὐρανίῳ πρηστῆρι· Διοβλήτου δὲ βελέμνου
 
ἓν σέλας ἔφλεγε χεῖρας ἀπείρονας, ἓν σέλας ὤμους
 
νηρίθμους ἀμάθυνε καὶ αἰόλα φῦλα δρακόντων,
 
καὶ κεφαλὰς ἐδάιξαν ἀτέρμονας αἰθέρος αἰχμαί,
 
καὶ πλοκάμους Τυφῶνος ἕλιξ ἀμάθυνε κομήτης 515
 
ἀντιπόρῳ σπινθῆρι δασύτριχα πυρσὸν ἰάλλων,
 
καὶ κεφαλαὶ σελάγιζον, ἀναπτομένων δὲ κομάων
 
βόστρυχα συρίζοντα κατεσφρηγίσσατο σιγὴ
 
οὐρανίῳ σπινθῆρι, μαραινομένων δὲ δρακόντων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme