Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 2

 
Πιερικῷ δὲ τένοντι Μακηδονὶς ἴαχεν ὕλη· 400
 
ἀντολίης δὲ θέμεθλα τινάσσετο, δενδροκόμοι δὲ
 
Ἀσσυρίου Λιβάνοιο θυώδεες ἔκτυπον αὐλαί.
 
καὶ Διὸς ἀκαμάτοιο καταιχμάζοντα κεραυνοῦ
 
ῥίπτετο πολλὰ βέλεμνα Τυφαονίων ἀπὸ χειρῶν·
 
καὶ τὰ μὲν ἀίσσοντα Σεληναίῳ παρὰ δίφρῳ 405
 
ἀσταθέων ἀχάρακτα κατέγραφον ἴχνια ταύρων,
 
ἄλλα δὲ δινηθέντα διʼ ἠέρος ὀξέι ῥοίζῳ
 
ἄσθμασιν ἀντιπόροισι μετερρίπιζον ἀῆται·
 
καὶ Διὸς ἀψαύστοιο παραπλαγχθέντα κεραυνοῦ
 
πολλὰ Ποσειδάωνος ἐδέξατο τερπομένη χείρ, 410
 
γειοτόμου γλωχῖνος ἀφειδήσασα τριαίνης·
 
ὑγροβαφῆ δὲ βέλεμνα παρὰ Κρονίης πόρον ἅλμης
 
Ζηνὶ φέρων ἀνάθημα γέρων ἱδρύσατο Νηρεύς.
 
καὶ βλοσυροὺς δύο παῖδας Ἐνυαλίοιο κορύσσας
 
εἶχε Φόβον καὶ Δεῖμον ὀπάονα πατροπάτωρ Ζεὺς 415
 
αἰθέρος ἀσπιστῆρας ὁμήλυδας, ἀστεροπῇ δὲ
 
στῆσε Φόβον, καὶ Δεῖμον ἐπεστήριξε κεραυνῷ
 
δεῖμα φέρων Τυφῶνι· καὶ ἀσπίδα κούφισε Νίκη
 
πρόσθε Διὸς τανύουσα, καὶ ἀντιάχησεν Ἐνυώ,
 
Ἄρης δʼ ἐσμαράγησεν. ἐπαιγίζων δὲ θυέλλαις 420
 
ἠερόθεν πεφόρητο μετάρσιος αἰγίοχος Ζεύς,
 
ἑζόμενος πτερόεντι Χρόνου τετράζυγι δίφρῳ·
 
ἵπποι δὲ Κρονίωνος ὁμόζυγες ἦσαν ἀῆται.
 
καὶ πῇ μὲν στεροῇσι κορύσσετο, πῇ δὲ κεραυνῷ,
 
ἄλλοτε δὲ βροντῇσιν ἐπέχραεν, ἄλλοτε δʼ ὄμβρων 425
 
πηγνυμένης προχέων πετρούμενα νῶτα χαλάζης
 
ὀμβρηροῖς βελέεσσι· Γιγαντείοισι δὲ πυκνοὶ
 
κίονες ὑδατόεντες ἐπερρήγνυντο καρήνοις
 
ὀξυβελεῖς, παλάμαι δὲ Τυφωέος, οἷα μαχαίρῃ,
 
ἠερίῳ τέμνοντο χαλαζήεντι βελέμνῳ· 430
 
καὶ παλάμη κεκόνιστο, καὶ οὐ μεθέηκε κολώνης,
 
ἀλλὰ νιφοβλήτοιο τομῇ πληγεῖσα χαλάζης
 
μάρνατο καὶ πίπτουσα, διαΐσσουσα δὲ γαίης
 
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χείρ,
 
οἷα βαλεῖν ἐθέλουσα καὶ εἰσέτι κύκλον Ὀλύμπου. 435
 
καὶ πρόμος οὐρανίων πυρόεν βέλος ὑψόθι σείων
 
δεξιὸν ἐκ λαιοῖο κέρας πολέμοιο νομεύων
 
ὑψιφανὴς πολέμιζεν· ἐς ὑδροπόρους δὲ χαράδρας
 
ὦρτο Γίγας πολύπηχυς, ἐπασσυτέρῳ δὲ συνάψας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme