Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 2

 
ἦεν ἀγών, οὐ νεῖκος ἔην ἐπὶ κάλλεϊ νύμφης, 360
 
οὐ κλόνος ἀμφὶ πόληος ὀλίζονος· ἀλλʼ ὑπὲρ αὐτοῦ
 
αἰθέρος ἵστατο δῆρις, ἔην δʼ ἐνὶ γούνασι Νίκης
 
σκῆπτρα Διὸς καὶ θῶκος ἀέθλια δηιοτῆτος.
 
Ζεὺς μὲν ἱμασσομένων νεφέων βρονταῖον ἀράσσων
 
αἰθέριον μύκημα μέλος σάλπιζεν Ἐνυοῦς, 365
 
καὶ νεφέλας ἑλικηδὸν ἐπὶ στέρνοιο καθάψας
 
εἶχε Γιγαντείων βελέων σκέπας· οὐδὲ Τυφωεὺς
 
ἄψοφος ἦν· κεφαλαὶ δὲ βοῶν μυκηθμὸν ἱεῖσαι
 
αὐτόματοι σάλπιγγες ἐπεσμαράγησαν Ὀλύμπῳ,
 
συμμιγέες δὲ δράκοντες ἐσύρισαν, Ἄρεος αὐλοί. 370
 
καὶ στίχας ἠλιβάτων μελέων θώρηξε Τυφωεὺς
 
φραξάμενος σκοπέλῳ σκόπελον μέγαν, εἰσόκε πυκναὶ
 
ἀρραγέες στοιχηδὸν ἐπυργώθησαν ἐρίπναι,
 
καὶ πέτρην προθέλυμνον ἐπασσυτέρῃ θέτο πέτρῃ·
 
ἦν δὲ κορυσσομένης στρατιῆς τύπος· ἀγχιφανὴς γὰρ 375
 
ῥωγάδα ῥωγὰς ἔρειδε, λόφος λόφον, αὐχένα δʼ αὐχήν,
 
ὑψινεφὴς δʼ ἀγκῶνα πολύπτυχον ὤθεεν ἀγκών·
 
καὶ κρανααὶ πήληκες ἔσαν Τυφῶνι κολῶναι
 
αἰπυλόφῳ πρηῶνι καλυπτομένων κεφαλάων.
 
μαρναμένου δὲ Γίγαντος ἔην πολυδειράδι μορφῇ 380
 
ἓν δέμας, ἀλλὰ φάλαγγες ἀπείρονες, αἱ μὲν ἀγοστῶν,
 
αἱ δὲ λεοντείων γενύων εὐθηγέες αἰχμαί,
 
ἄλλαι ἐχιδναίων πλοκάμων ἐπιβήτορες ἄστρων.
 
δένδρεα δʼ ἐπτύσσοντο Τυφαονίων ἀπὸ χειρῶν
 
σειόμενα Κρονίδαο καταντίον, ἄλλα δὲ γαίης 385
 
ἔρνεα καλλιπέτηλα, τά περ βεβριθότι παλμῷ
 
Ζεὺς ἀέκων ἀμάθυνεν ἑνὶ σπινθῆρι κεραυνοῦ·
 
πολλὴ μὲν πτελέη σὺν ὁμήλικι ῥίπτετο πεύκῃ
 
καὶ πλάτανος περίμετρος, ἀκοντίζοντο δὲ λεῦκαι
 
ἄντα Διός· πολλὴ δὲ λαγὼν ἐρρήγνυτο γαίης. 390
 
πᾶσα δὲ τετράπλευρος ἴτυς στυφελίζετο κόσμου,
 
καὶ πίσυρες Κρονίωνι συναιχμάζοντες ἀῆται
 
ἠερίην σκοτόεσσαν ἐπυργώσαντο κονίην
 
κύματα κυρτώσαντες· ἱμασσομένης δὲ θαλάσσης
 
Σικελίη δεδόνητο, Πελωρίδες ἔβρεμον ὄχθαι 395
 
Αἰτναῖοί τε τένοντες, ἐμυκήσαντο δὲ πέτραι
 
μάντιες ἐσσομένων Λιλυβηίδες, ἔκτυπε δʼ ἀκτὴ
 
ἑσπέριον παρὰ χεῦμα Παχυνιάς· ἐγγύθι δʼ ἄρκτου
 
ἀμφὶ νάπην Θρήισσαν Ἀθωιὰς ἔκλαγε Νύμφη,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme